Ancient Greek · ~3 min
Choral 3
Aristophanes, Εἰρήνη 3.2-2
Not analysed yet
ὦ εἶα.
εἶα μάλα.
ὦ εἶα.
εἶα ἔτι μάλα.
ὦ εἶα, ὦ εἶα.
ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ·
οἰμώξεσθʼ οἱ Βοιωτοί.
εἶά νυν.
εἶα ὦ.
ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
οὔκουν ἕλκω κἀξαρτῶμαι
κἀπεμπίπτω καὶ σπουδάζω;
πῶς οὖν οὐ χωρεῖ τοὔργον;
ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.
οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.
οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.
ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,
μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.
οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως
γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.
οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸν
ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.