Ancient Greek · ~4 min
Choral 3
Aristophanes, Εἰρήνη 3.5
Not analysed yet
ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
σπονδὴ σπονδή·
εὐφημεῖτε εὐφημεῖτε.
σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ
ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις
πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.
ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.
ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
Ἄρει δέ;
μὴ μή.
μηδʼ Ἐνυαλίῳ γε;
μή.
ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.