Ancient Greek · ~7 min
Episode 4, lines 4.657-4.699
Aristophanes, Εἰρήνη 4.657-699
Not analysed yet
ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.
ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
ὁ Κλεώνυμος;
ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι
οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως
ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.
Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.
αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;
ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι
αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν
ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
εὐβουλότεροι γενησόμεθα.
τρόπῳ τίνι;
ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
ὢ ὤ,
οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.
τὰ τί;
πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
τὸ τί;
ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Σιμωνίδης; πῶς;
ὅτι γέρων ὢν καὶ σαπρὸς
κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.