Ancient Greek · ~5 min
Episode 4, lines 4.700-4.728
Aristophanes, Εἰρήνη 4.700-728
Not analysed yet
τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν;
ἀπέθανεν
ὅθʼ οἱ Λάκωνες ἐνέβαλον.
τί παθών;
ὅ τι;
ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο
ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;
ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου.
ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς
ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.
ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ
ὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;
οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.
ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.
ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.
καὶ σύ γε
ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.
οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.
ποῖ γὰρ οἴχεται;
ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;
τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
πῶς δῆτʼ ἐγὼ καταβήσομαι;
θάρρει, καλῶς·
τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.
δεῦρʼ ὦ κόραι
ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.