Ancient Greek · ~2 min
Lyric-Scene 7
Aristophanes, Εἰρήνη 7.1-2
Not analysed yet
σέ τοι θύρασι χρὴ μένοντα τοίνυν
σχίζας δευρὶ τιθέναι ταχέως
τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.
οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
πῶς δʼ οὐχί; τί γάρ σε πέφευγʼ
ὅσα χρὴ σοφὸν ἄνδρα; τί δʼ οὐ
σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
τόν γε σοφῇ δόκιμον
φρενὶ πορίμῳ τε τόλμῃ;
ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
ἄνδρα τοιοῦτον, ὅστις
πόλλʼ ἀνατλὰς ἔσωσε
τὴν ἱερὰν πόλιν;
ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢν
ζηλωτὸς ἅπασιν.