Ancient Greek · ~4 min
Lyric-Scene 7
Aristophanes, Εἰρήνη 7.5
Not analysed yet
ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.
ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.
ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.
ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ
προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
τίς ἄρα ποτʼ ἐστίν;
ὡς ἀλαζὼν φαίνεται·
μάντις τίς ἐστιν.
οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης
οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
τί ποτʼ ἄρα λέξει;
δῆλός ἐσθʼ οὗτός γʼ ὅτι
ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
εὖ λέγεις.
τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.
ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;
ἡ κέρκος ποιεῖ
καλῶς;
καλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη.
ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
ὀπτᾶν ἄμεινον πρῶτον.
ἀλλὰ ταυταγὶ
ἤδη ʼστὶν ὀπτά.
πολλὰ πράττεις, ὅστις εἶ.
κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.
ἡ γλῶττα χωρὶς τέμνεται.
μεμνήμεθα.
ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;
ἢν φράσῃς.
μὴ διαλέγου
νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,
ἐς κεφαλὴν σοί.