Ancient Greek · ~4 min
Lyric-Scene 7
Aristophanes, Εἰρήνη 7.2
Not analysed yet
ὦ σεμνοτάτη βασίλεια θεὰ
πότνιʼ Εἰρήνη,
δέσποινα χορῶν, δέσποινα γάμων,
δέξαι θυσίαν τὴν ἡμετέραν.
δέξαι δῆτʼ ὦ πολυτιμήτη
νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ
μοιχευόμεναι δρῶσι γυναῖκες.
καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
τῆς αὐλείας παρακύπτουσιν,
κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
ἀναχωροῦσιν,
κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.
τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.
μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν
γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη
τρία καὶ δέκʼ ἔτη,
λῦσον δὲ μάχας καὶ κορκορυγάς,
ἵνα Λυσιμάχην σε καλῶμεν.
παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας
τὰς περικόμψους,
αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους·
μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας
πάλιν ἐξ ἀρχῆς
φιλίας χυλῷ καὶ συγγνώμῃ
τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·
καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν
ἐμπλησθῆναι, μεγάλων σκορόδων,
σικύων πρῴων, μήλων, ῥοιῶν.
δούλοισι χλανισκιδίων μικρῶν·
κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν
χῆνας νήττας φάττας τροχίλους·
καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,
καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους
ὀψωνοῦντας τυρβάζεσθαι
Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις
τένθαις πολλοῖς· κᾆτα Μελάνθιον
ἥκειν ὕστερον ἐς τὴν ἀγοράν,
τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν,
εἶτα μονῳδεῖν ἐκ Μηδείας,
ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς
τᾶς ἐν τεύτλοισι λοχευομένας·
τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.