Ancient Greek · ~5 min
Lyric-Scene 7
Aristophanes, Εἰρήνη 7.1
Not analysed yet
ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ
τούτων κατὰ καιρὸν ἀπαντᾷ.
ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
ἐπείγετέ νυν ἐν ὅσῳ
σοβαρὰ θεόθεν κατέχει
πολέμου μετάτροπος αὔρα.
νῦν γὰρ δαίμων φανερῶς
εἰς ἀγαθὰ μεταβιβάζει.
τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
οὔκουν ἁμιλλήσεσθον; ὡς
ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
πρόσεισιν αὐλήσων ἄκλητος,
κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι
φυσῶντι καὶ πονουμένῳ
προσδώσετε δήπου.
ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.
φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,
σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,
καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
ἰδού.
ἔδωκας ἤδη;
νὴ τὸν Ἑρμῆν ὥστε γε
τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.
ἀλλʼ εἰς ἑσπέραν
δώσουσιν αὐταῖς ἅνδρες.
ἀλλʼ εὐχώμεθα.
τίς τῇδε; ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;
τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
τούτους ἀγαθοὺς ἐνόμισας;
οὐ γάρ, οἵτινες
ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
ἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;
ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.
εὐχώμεσθα δή.