Ancient Greek · ~7 min
Prologue 1, lines 1.44-1.84
Aristophanes, Πλοῦτος 1.44-84
Not analysed yet
καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
τουτῳί.
εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
τῷ τοῦτο κρίνεις;
δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
μαναθάνεις
ὅς φησιν εἶναι;
σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·
σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.
κλάειν ἔγωγέ σοι λέγω.
δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
εἰ μὴ φράσεις γάρ—
ἀπό σʼ ὀλῶ κακὸν κακῶς.
ὦ τᾶν—
ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.
πώμαλα.
καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
ἀλλʼ αἶρε ταχέως.
μηδαμῶς.
οὔκουν ἐρεῖς;
ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.
μέθεσθε νῦν μου πρῶτον.
ἤν, μεθίεμεν.
ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος.
ὦ μιαρώτατε
ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
ναί.
ἐκεῖνος αὐτός;
αὐτότατος.
πόθεν οὖν φράσον
αὐχμῶν βαδίζεις;