Ancient Greek · ~7 min
Prologue 1, lines 1.84b-1.126
Aristophanes, Πλοῦτος 1.84b-126
Not analysed yet
ἐκ Πατροκλέους ἔρχομαι,
ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.
τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους.
ὁμολογῶ σοι.
φέρε τί οὖν;
εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
φήμʼ ἐγώ.
ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;
πάνυ μὲν οὖν·
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.
ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.
μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι;
καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,
καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.
μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
οἰμώξει μακρά.
σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
βλέψαι ποιήσας.
μηδαμῶς τοῦτʼ ἐργάσῃ.
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
τί φῄς;
ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
ὁ Ζεὺς †μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
πύθοιτʼ ἂν ἐπιτρίψειε.
νῦν δʼ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;