Ancient Greek
Episode 12
Aristophanes, Πλοῦτος 12
Not analysed yet
τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
τί δʼ ἔστιν ὦ βέλτιστε;
τί γὰρ ἀλλʼ ἢ κακῶς;
ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
τίνος οὕνεκα;
ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,
ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν
δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις
κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς
θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,
πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
αὐτόματος ἥκων.
πάντʼ ἀγαθὰ τοίνυν λέγεις.
ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.
πάνυ μὲν οὖν
δρᾶν ταῦτα χρή.
τὸν Πλοῦτον ἔξω τις κάλει.
ἐγὼ δὲ τί ποιῶ;
τὰς χύτρας, αἷς τὸν θεὸν
ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε
σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.
ὧν δʼ οὕνεκʼ ἦλθον;
πάντα σοι πεπράξεται.
ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.
ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι
ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.
καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις
ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.