Ancient Greek
Episode 9, lines 9.928-9.958
Aristophanes, Πλοῦτος 9.928-958
Not analysed yet
καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ
ὁ βουλόμενος.
οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.
σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.
ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
οἴμοι περιείλημμαι μόνος.
νυνὶ βοᾷς;
οἴμοι μάλʼ αὖθις.
δὸς σύ μοι τὸ τριβώνιον,
ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν
τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.