Ancient Greek · ~1 min
Play Phi, lines Fragment tit-1
Aristophon Comic., Fragmenta Fragment tit-9-1
Not analysed yet
ΦΙΛΩΝΙΔΗΣ.
Τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
δι' ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
προσφέρων ἔδωκεν, οἶμαι, χρηστότητος οὕνεκα.
εἶτ' ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.