Ancient Greek
Codicis E fragmenta recensionis a vulgata diversae I
Aristotle, De anima (codicis E fragmenta recensionis a vulgata diversae) Codicis E fragmenta recensionis a vulgata diversae I
Not analysed yet
lib. II, 412a3—112 Ἐοεὶ δὲ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφʼ ὅσον ἕκαστος ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ἀρχῆς πάλιν ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστιν ἡ ψυχὴ καὶ τίς ἂν εἴη λόγος αὐτῆς κοινότατος· χωρίζομεν δὴ τὰς μὲν οὐσίας ἀπὸ τῶν ὄντων τῶν ἄλλων· τῆς δὲ οὐσίας τὸ μὲν ὡς ὕλην λέγεσθαι τίθεμεν, ὅ καθʼ αὐτὸ οὐκ ἔστι τόδε τι, τὸ δὲ ἡ μορφή, τὸ δʼ ἐκ τούτων. ἔστι δʼ ἡ μὲν ὕλη δυνάμει, τὸ δʼ εἶδος ἐντελέχεια, αὕτη δʼ ὑπάρχει διχῶς, ἢ γὰρ ὡς ἡ ἐπιστήμη, ἢ ὡς τὸ θεωρεῖν. οὐσίαι δὲ μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα, καὶ τούτων τὰ φυσικά·