Ancient Greek · ~19 min
III
Aristotle, De anima (codicis E fragmenta recensionis a vulgata diversae) III.1
Not analysed yet
lib. II, 421a5—422a24 ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδʼ ἀναπνέουσιν· δἰ ἣν δʼ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος. περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρημένοις αἰσθητοῖς, τί ἐστιν ἡ ὀσμὴ οὕτως ὡς ὁ ψόφος καὶ τὸ φῶς, αἴτιον δʼ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται ἄνθρωπος τῶν ζῴων, καὶ οὐδεμίαν ἄνευ τοῦ λυπηροῦ καὶ ἡδέος δύναται αἰσθέσθαι ὀσμήν, ὡς τοῦ αἰσθητηρίου ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλμοις ἀδήλους εἰκός εἶναι τὰς διαφορὰς τῶν χρωμάτων καὶ συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ τῷ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ τὰ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις, ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοια τὰ εἴδη τῶν· χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφρήν τινα αὐτήν· ταύτην δʼ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην ἄνθρωπος· ἐν μὲν γὰρ ταῖς ἄλλαις λείπεται πολλῶν ζῴων, τῶν δʼ ἁπτῶν αἰσθάνεται μάλιστα ἀκριβῶς. διὸ καὶ φρονιμώτατον τῶν ζῴων ἐστίν. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων εὐφυεῖς οἱ δʼ ἀφυεῖς εἰσὶ παῤ οὐδὲν αἰσθητήριον ἕτερον, ἀλλὰ παρὰ τοῦτο. ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, οἱ δὲ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν. ἔστι δʼ ὥσπερ χνμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, καὶ ὀσμαὶ τὸν αὐτὸν ἔχουσαι τρόπον. ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, τὰ δὲ τοὐναντίον. ὁμοίως δὲ καὶ δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρὰ ἔστιν ὀσμή. ἄλλʼ, ὥσπερ εἴρηται, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθʼ ὁμοιότητα τῶν πραγμάτων, ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ἔστι δʼ ὥσπερ καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων τοῦ τε ἀκουστοῦ καὶ ἀνηκούστου, καὶ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου. ἀνόσφραντον δὲ τὸ μὲν τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν, τὸ δὲ τὸ μικρὰν ἔχον καὶ τὸ φαύλην, ὥσπερ τό ἄγευστον ὡσαύτως έγεται. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ὕδατος καὶ ἀέρος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται αἰσθανόμενα ὀσμῆς, καὶ τὰ ἔναιμα καὶ ἄναιμα ὁμοίως, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τὴν ὀσμήν· διὸ καὶ ἔχει ἀπορίαν εἰ πάντα μὲν ὡσαύτως ὀσμᾶται, ὁ δʼ ἄνθρωπος ἀναπνέων, μὴ ἀναπνέων δὲ ἀλλʼ ἢ κατέχων τὸ πνεῦμα ἢ ἐκπνέων οὐκ ὀσμᾶται, οὔτε πόρρω οὔτʼ ἐγγύς, οὐδʼ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντός. καὶ τὸ μὲν ἐπʼ αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον εἶναι κοινὸν πάντων, ἀλλὰ τὸ ἄνευ τοῦ ἀναπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον ἐπί τῶν ἀνθρώπων ἐστίν· τοῦτο δὲ πειρωμένῳ δῆλον. εἰ οὖν τὰ. ἄναιμα μὴ ἀναπνεῖ, ἑτέραν ἅν τινα ἔχοι αἴσθησιν παρὰ τὰς λεγομένας. ἀλλʼ εἴπερ τῆς ὀσμῆς αἰσθάνεται, ἀδύνατον· ἡ γὰρ τοῦ ὀσφραντοῦ καὶ εὐώδους καὶ δυσώδους αἴσθησις ὄσφρησίς ἐστιν. φαίνεται δὲ καὶ φθειρόμενα ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ὑφʼ ὧνπερ καὶ ἄνθρωπος, οἷον ἀσφάλτου καὶ θείου καὶ τῶν τοιούτων. ὀσφραίνεσθαι μέντοι νῦν ἀναγκαῖον, ἀλλʼ οὐκ ἀναπνεῖν. ἀλλʼ ἔοικε διαφέρειν τὸ αἰσθητήριον τοῦτο τοῖς ἀνθρώποις πρὸς τὸ τῶν ἄλλων ζῴων, ὥσπερ καὶ τὰ ὄμματα πρὸς τὰ τῶν σκληροφθάλμων (τὰ μὲν γὰρ ἔχει πῶμα καὶ ὥσπερ ἔλυτρον τὰς βλεφαρίδας, ἃς ἂν μὴ ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ· τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, ἀλλʼ εὐθὺς ὁρᾷ ὅ τι ἂν τεθῇ ἐν τῷ διαφανεῖ), οὕτω καὶ τὸ ἀσφραντικὸν αἰσθητήριον τοῖς μὲν ἀκάλυφον εἶναι, ὥσπερ τὸ ὄμμα, τοῖς δὲ δεχομένοις τὸν ἀέρα ἔχειν ἐπικάλυμμα, ὃ ἀαπνεόντων ἀποκαλύπτεται, διευρυνομένων τῶν φλεβῶν καὶ τῶν πόρων. καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα ἐν τῷ ὑγρῷ οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντα ὀσφρανθῆναι, ἐν δὲ τῷ ὑγρῷ ἀδύνατον τοῦτο ποιεῖν. ἔστι δʼ ἡ ὀσμὴ τοῦ ξηροῦ ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· τὸ δʼ ὀσφραντικὸν αἰσθητήριον τὸ δονάμει τοιοῦτον. Τὸ δὲ γευστόν ἐστιν ἁπιόν τι, καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώμα- τος· οὐδὲ γὰρ ἡ ἀρή. καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευ- στόν, ἐν ὑγρῷ ὡς ὕλῃ· τοῦτο δʼ ἁπτόν τι. διὸ κἂν εἰ ἐν ὕδατι εἴημεν, αἰσθανοίμεθʼ ἂν ἐμβληθέντος γλυκέος, οὐ διὰ τοῦ μεταξὺ δὲ ἡμῖν ἡ αἴσθησις, ἀλλὰ τῷ μιχθῆναι τῷ ὑγρῷ, ὥσπερ ποτῷ· τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις. ὡς μὲν οὖν τὸ μεταξὺ οὐθὲν ἔστιν· ὡς δὲ χρῶμα τό ὁρατόν, οὕτω τὸ γευστὸν χυμός. οὐθὲν δὲ ποιεῖ αἴσθησιν χυμοῦ ἄνευ ὑγρότητος, ἀλλʼ ἔχει ἐνεργείᾳ ἢ δυνάμει ὑγρότητα, οἱον τὸ ἁλμυρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ συντηκτικὸν τῆς γλώττης. ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου (ὁ γὰρ σκότος ἀόρατος, κρίνει δὲ καὶ τοῦτον ἡ ὄψις), ἔτι δὲ τοῦ λίαν λαμπροῦ (καὶ γὰρ τοῦτό πως ἀόρατον, ἄλλον τρόπον καὶ ὁ σκότος)—ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ψόφου τε καὶ σιγῆς, ὧν τὸ