Ancient Greek · ~19 min
IV
Aristotle, De anima (codicis E fragmenta recensionis a vulgata diversae) IV.1
Not analysed yet
lib. II, 423b8—424b18 εἴρηται πρότερον ὅτι καὶ διʼ ὑμένος ἂν πάντων αἰσθανοίμεθα τῶν ἁπτῶν, κἂν εἰ λανθάνοι διείργων, ὁμοίως ἂν ἔχοιμεν ὥσπερ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ οὐθὲν εἶναι διὰ μέσου. ἀλλὰ διαφέρει τούτῳ τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτι ἐκείνων αἰσθανόμεθα τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς, τῶν δʼ ἁπτῶν οὐχ ὑπὸ τοῦ μεταξὺ ἀλλʼ ἅμα τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πληvγέντες· οὐδὲ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλʼ ἅμα ἀμφοῖν συνέβη πληγῆναι. ὅλως δʼ ἔοικε καὶ ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον. αὐτοῦ δὲ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτʼ ἐκεῖ οὔτʼ ἐνταῦθα γένοιτʼ ἂν αἴσθησις, οἷον εἴ τις τὸ σῶμα τὸ λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ ἔσχατον. ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν. οὕτω γὰρ ἂν συμβαίνοι ὅπερ ἐπὶ τῶν ἄλλων· ἐπιτιθεμένου γὰρ ἐπὶ τὸ αἰσθητήριον οὐκ αἰσθάνεται, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένου αἰσθάνεται· ὥστε μεταξὺ ἄρα τοῦ ἁπτικοῦ ἡ σάρξ. ἁπταὶ μὲν οὖν εἰσὶν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα· λέγω δὲ διαφοράς, αἷς τὰ στοιχεία διορίζουσι, θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν στοιχείων. τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁρὴ ὑπάρχει πρώτῳ, τό δυνάμει τοιοῦτόν ἐστι μόριον· τὸ γὰρ αἰσθάνεσθαι πάσχειν τί ἐστιν· ὥστε τὸ ποιοῦν οἷον αὐτὸ ἐνεργείᾳ τοιοῦτον ποιεῖ ἐκεῖνο τὸ δυνάμει ὄν. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ, ἢ σκληροῦ ἢ μαλακοῦ, οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν, ὡς ἂν τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως. καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά. τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὰς ὁποτερονοῦν αὐτῶν θάτερον τῶν ἄκρων· καὶ δεῖ ὥσπερ τὸ μέλλον λευκοῦ αἰσθάνεσθαι ἢ μέλανος μηδέτερον εἶναι ἐνεργείᾳ, ἀλλὰ δυνάμει, οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ τῆς ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν. ἔτι δʼ ὥσπερ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου ἧν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁρὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν πάμπαν ἔχον διαφορὰν τῶν ἁπτῶν, οἶον πέπονθεν ὁ ἀήρ, καὶ αἱ ὑπερβολαὶ τῶν ἁπτῶν ,ὥσπερ τὰ φθαρτικά. καθʼ ἑκάστην μὲν οὖν αἴσθησιν εἴρηται ὡς ἐν τύπῳ εἰπεῖν. Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χαλκοῦν ἢ χρυσοῦν σημεῖον, ἀλλʼ οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστη ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ ψόφον ἢ χυμὸν πάσχει, ἀλλʼ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλʼ ᾗ τοιόνδε καὶ κατὰ τὸν λόγον. αἰσθητήριον δὲ πρῶτον, ἐν ᾧ ἡ τοιαύτη δύναμις. ἔστι μὲν οὖν τὸ αὐτό, τὸ δʼ εἶναι ἕτερον· μέγεθος μὲν γάρ ἄν τι εἴη τὸ αἰσθανόμενον, οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι ἢ αἰσθήσει μεγέθει ἐστὶν εἶναι, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δʼ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθή- σεις (ἂν γὰρ ἡ κίνησις ἰσχυροτέρα τοῦ αἰσθητηρίου, λύεται ὁ λόγος, τοῦτο δʼ ἧν αἴσθησις, ὡσπερανεὶ ἡ συμ- φωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν), καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχι- κὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται· αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα, μηδὲ τοιαύτην ἀρχὴν οἵαν τὰ εἴδη τῶν αἰσθητῶν δέχεσθαι, ἀλλὰ μετὰ τῆς ὕλης πάσχειν. ἀπορήσειε δʼ ἄν τις, ἆρα πάθοι ἂν ὑπʼ ὀσμῆς τὸ μὴ δυνάμενον ἀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δʼ ἡ ὀσμὴ τὸ ὀσφραντόν, εἴ τι ποιεῖ, τὴν ὄσφρησιν ποιεῖ ὀσμή, ὥστε οὐθὲν πάσχειν τῶν ἀδυνάτων ὀσφρανθῆναι (ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων), οὐδὲ τῶν δυνατῶν, ἀλλʼ ἢ ᾗ αἰσθητικόν ἕκαστον. ἅμα δὲ δῆλον καὶ οὕτως. οὔτε γὰρ ψόφος οὔτε τὸ φῶς καὶ σκότος οὔτε ἡ ὀσμὴ οὐθὲν ποιεῖ τὰ σώματα, ἀλλʼ ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ τῆς βροντῆς διέστησε τὸ ξύλον. ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα ἢ ἀλλοιοῖτο; ἆρ᾿ οὖν κἀκεῖνα ποιεῖ; ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπ᾿ ὀσμῆς καὶ ψόφου, καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει, οἷον ἀήρ· ὄζει γὰρ ὡς παθών τι. τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν τι; ἢ τό μὲν ὀσμᾶσθαι καὶ αἰσθάνεσθαι, ὁ δ᾿ ἀὴρ παθὼν τοῦτο ταχὺ αἰσθητός γίγνεται.