Ancient Greek · ~3 min
1.10 to 1.11
Aristotle, De partibus animalium 1.10-2-11
Not analysed yet
τοῖς δʼ 10 ὄρνισίν ἐστι τὸ καλούμενον ῥύγχος στόμα· τοῦτο γὰρ ἀντὶ χειλῶν καὶ ὀδόντων ἔχουσιν. διαφέρει δὲ τοῦτο κατὰ τὰς χρήσεις καὶ τὰς βοηθείας. τὰ μὲν γὰρ γαμψὸνυχα καλούμενα διὰ τὸ σαρκοφαγεῖν καὶ μηδενὶ τρέφεσθαι καρπῷ γαμμ ψὸν ἔχει τὸ ῥύγχος ἅπαντα· χρήσιμον γὰρ πρὸς τὸ κρατεῖν καὶ βιαστικύότερον τοιούτο πεφυκὸς. ἥ δʼ ἀλκὴ ἐν τούτῳ τε καὶ τοῖς 11 ὄνυξι· διὸ καὶ τοὺς ὄνυχας γαμ ψοτέρους ἔχουσιν. τῶν δʼ ἄλλων ἑκάστῳ πρὸς τὸν βίον χρήσιμόν ἐστι τὸ ῥύγχος, οἷον τοῖς μὲν δρυοκόποις ίσχυρὸν καὶ σκληρόν, καὶ κὸραξι καὶ κορακύδεσι, τοῖς δὲ μικροῖς γλαφυρὸν πρὸς τὰς συλλογὰς τῶν καρπῶν καὶ τὰς λήψεις τῶν ζφδαρίων.