Ancient Greek · ~2 min
Γ., Chapter 1
Aristotle, De partibus animalium 1.12-2
Not analysed yet
ὅσα δὲ ποηφάγα καὶ ὅσα παρʼ 12 ἓλη ζῇ, καθάπερ τὰ πλωτὰ καὶ στεγανὸποδα ,τὰ μὲν ἄλλον τρόπον χρήσιμον ἔχει τὸ ῥύγχος, τὰ δὲ πλατύρυγχα αὐτῶν ἐστίν· τοιούτῳ γὰρ ὄντι ῥᾳδίως δύνατʼ ὀρύσσειν, ὥσπερ καὶ τῶν τετραπόδων τὸ τῆς ὑός· καὶ γὰρ αὕτη ῥιζοφάγος. ἔτι δʼ ἕχουσι καὶ τὰ ῥιζοφάγα τῶν ὀρνέων καὶ τῶν ὁμοιοβίων ἔνια τὰ ἄκρα τού ῥύγχους κεχαραγμένα· ποηφάγοις γὰρ τούτοις οὺσι ποιεῖ ῥᾳδίως.