Ancient Greek
Β., Chapter 10
Aristotle, De partibus animalium 10.6
Not analysed yet
ὅτι μὲν οὖν ἀρχὴ τῶν αἰσθήσεωόν ἐστιν ὁ 6 περὶ τὴν καρδίαν τόπος, διωρισται πρὸτερον ἐν τοῖς περὶ αἰσθήσεωςςʼ καὶ διότι αἱ μὲν δύο φανερῶς ἠρτημέναι πρὸς τὴν καρδίαν εἰσίν, ἢ τε τῶν ἀπτῶν καὶ ἡ τῶν χυμῶν, τῶν δὲ τριῶν ἡ μὲν τῆς ὀσφρήσεως μέση, ἀκοὴ δὲ καὶ ὄψις μάλιστʼ ἐν τῇ κεφαλῇ διὰ τὴν τῶν αἰσθητηρίων φύσιν εἰσί, καὶ τούτων ἡ ὄψις πᾶσιν, ἐπεὶ ἦ γʼ ἀκοὴ καὶ ἡ ὄσφρησις ἐπὶ τῶν ἐχθύων καὶ τάν τοιούτων ποιεῖ τὸ λεγόμενον φανερόν· ἀκούουσι μὲν γὰρ καὶ ὁσφραίνονταε, αἰσθητήριον δʼ οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ τούτων τῶν αἰσθητῶν. ῶν. ἡ δʼ ὄψις πἀσι τοῖς ἔχουσιν εὐλόγως ἐστὶ περὶ τὸν ἐγκέφαλον· ὁ μὲν γὰρ ὑγρὸς καὶ ψυχρός, ἡ δʼ. ὕδωρ τὴν φύσιν ἐστίν· τούτο γὰρ τῶν διαφανῶν εὐφυλακτότατόν ἐστιν.