Ancient Greek · ~3 min
Β., Chapter 10
Aristotle, De partibus animalium 10.7
Not analysed yet
7 ἔτι δὲ τὰς ἀκριβεστέρας τῶν αἰσθήσεων διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων ἀναγκαῖον ἀκριβεστέρας γίνεσθαι· ἐκκύπτει γὰρ ἡ τῆς ἐν τῷ αἵματι θερμότητος κίνησις τὴν αἰσθητικὴν ἐνέργειαν· διὰ ταύτας τὰς αἰτίας ἐν τὴ κεφαλ ῇ τούτων τὰ αἰσθητήριά ἐστιν. οὐ μόνον δʼ ἐστὶ τὸ ἔμπροσθεν ἄσαρκον, ἀλλὰ τὸ ὄπισθεν της κεφαλῆς, διὰ τὸ πᾶσι τοῖς ἕχουσιν αὐτὴν ὀρθότατον δεῖν εἶναι τούτο τὸ μόριον· οὐδὲν γὰρ ὀρθοῦσθαι δύναται φορτίον ἔχον, ἢν δʼ ἂν τοιοὺτον, εί σεσαρκωμένην εἶχε τὴν κεφαλήν. ᾖ καὶ δῆλον ὅτι οὐ τῆς τού ἐγκεφάλου αἰσθήσεως χάριν ἄσαρκος ἡ κεφαλή ἐστιν· τὸ γὰρ ὄπισθεν οὐκ ἔχει ἐγκέφαλον, ἄσαρκον δʼ ὁμοίως.