Ancient Greek · ~3 min
Β., Chapter 16
Aristotle, De partibus animalium 16.2
Not analysed yet
2 ἡ δʼ ἐλέφας ἰδιαίτατον ἔχει τοῦτο τὸ μόριον τῶν ἄλλων ζῴων· τό τε γὰρ μέγεθος καὶ τὴν δύναμιν ἔχει περιττὴν. μυκτὴρ γάρ ἐστιν ᾧ τὴν τροφὴν προσάγεται, καθάπερ χειρι χρώμενος, πρὸς τὸ στόμα, τήν τε ξηρὰν καὶ τὴν ὑγράν, καὶ τὰ δένδρα περιελίττων ἀνασπᾷ, καὶ χρῆται καθαπερανεὶ χειρί. τὴν γὰρ φύσιν ἑλῶδες ἅμα τὸ ζῷόν ἐστι καὶ πεξόν, ὥστʼ ἐπεὶ τὴν τροφὴν ἐξ ὑγροῦ συνέβαινεν ἔχειν, ἀναπνεῖν δʼ ἀναγκαῖον πεξὸν ὅν καὶ ἔναιμον, καὶ μὴ ταχεῖαν ποιεῖσθαι τὴν μεταβολὴν ἐκ τού ὑγροῦ πρὸς τὸ ξηρόν, καθάπερ ἔνια τῶν ζῳοτὸκων καὶ ἐναίμων καὶ ἀναπτνεὸντων, τὸ γὰρ μέγεθος ὅν ὑπερβάλλον, ἀναγκαῖον ὁμοίως ὴν χρῆσθαι τῷ ὑγρῷ σπερ καὶ τῇ γῇ.