Ancient Greek · ~2 min
Β., Chapter 16
Aristotle, De partibus animalium 16.3
Not analysed yet
3 οἷον οὑν τοῖς κολυμβηταῖς ἔνιοι πρὸς τὴν ἀναπνοὴν ὄργανα πορίζονται, ἵνα πολὺν χρόνον ἐν τῇ θαλάττῃ μένοντες ἕλκωσιν ἔξωθεν το ὑγροῦ διὰ τοῦ ὀργάνου τὸν ἀέρα, τοιοῦτον ἡ φύσις τὸ τού μυκτῆρος μέγεθος ἐποίησε τοῖς ἐλέφοασιν. διόπερ ἀναπτνέουσιν ἄραντες ἄνω διὰ τοῦ ῦδατος τὸν μυκτὴρα, ἄν ποτε ποιῶνται διʼ ὑγρὸν τὴν πορείαν· καθάπερ γὰρ εἴπομεν, μυκτήρ ἐστιν ἡ προβοσκὶς τοῖς ἐλέφοασιν.