Ancient Greek · ~2 min
Β., Chapter 17
Aristotle, De partibus animalium 17.7
Not analysed yet
7 οὐ φαίνονται δʼ οἱ πλεῖστοι ἀητῶν ἔχειν διά τινʼ αἰτίαν εὔλογον· ἀκανθώόδης τε γάρ ἐστιν ὁ τόπος τού στόματος πἀσι τοῖς τοιούτοις, καὶ διὰ τὸ μικρὸν χρόνον εἶναι τὴν αἴσθησιν τοῖς ἐνύδροις τῶν χυμῶν, ὤσπερ καὶ ἡ χρῆσις αὐτῆς βραχεῖα, οὕτω βραχεῖαν ἔχουσιν αὐτῆς καὶ τὴν διάρθρωσιν. ταχεῖκ δʼ ἡ δίοδος είς τὴν κοιλίαν διἀ τὸ μὴ οἷόντ εἶναι διατρίβειν ἐκχυμίζοντας · παρεμπίπτοι γὰρ ἄν τὸ ὕδωρ. στʼ ἐὰν μὴ τις τὸ στόμα ἐπικλίνῃ, μὴ φαίνεσθαι ἀφεστηκὸς τοὺτο τὸ μόριον.