Ancient Greek · ~3 min
Β., Chapter 17
Aristotle, De partibus animalium 17.8
Not analysed yet
ἀκανθύόδης δʼ ἐστὶν οὗτος 8 ὁ τόπος· σύγκειται γὰρ ἐκ τῆς συμψαύσεωος τῶν βραγχίων, ὧν ἡ φύσις άκανθύδης ἐστίν. τοῖς δὲ κροκοδείλοις συμβάλλεταί τι πρὸς τὴν τού μορίου τούτου ἀναπηρίαν καὶ τὸ τὴν σιαγόνα τὴν κάτω ἀκίνητον ἔχειν. ἔστι μὶν γὰρ ἡ γλὧττα τῇ κάτω συμφυής, οἱ δʼ ἔχουσιν ὡσπερ ἀνάπαλιν τὴν ἄνω κάτω· τοῖς γὰρ ἁλίοις ἡ ἄνω ἀκίνητος. πρὸς μὲν οὖν τῇ ἄνω οὐκ ἔχουσι τὴν γλύτταν, ὅτι ἐναντίως ἄν ἔχοι πρὸς τὴν τῆς τροφῆς εῖσοδον, πρὸς δὲ τῇ κάτω, ὅτι ὧσπερ μετακειμένη ἡ ἅνωσ ἐστίν. ἔτι δὲ καὶ συμβέβηκεν αὑτῷ πεζῷ ὄντι ζῆν ἐχθύων βίον, ὥστε καὶ διὰ τοῦτο ἀναγκαῖον ἀδιάρθρωτον αὐτὸν ἔχειν τοῦτο τὸ μὸριον.