Ancient Greek · ~2 min
Γ., Chapter 2
Aristotle, De partibus animalium 2.11-2
Not analysed yet
τὴν γοῦν τοιούτου σώματος περιττωματικὴν 11 ὑπερβολὴν ἐν τοῖς μείζοσι τῶν ζῷων ὑπἀρχουσαν ἐπὶ βοήθειαν καὶ τὸ συμφέρον καταχρῆται ἡ φύσις, καὶ τὴν ῥέουσαν ἐξ ἀναγκης είς τὸν ἄνω τόπον τοῖς μὲν εἰς ὀδόντας καὶ χαυλιόδοντας ἀπένειμε, τοῖς δʼ εἰς κέρατα. διὸ τῶν κερατοφόρων οὐδέν ἐστιν ἄμφωδον· ἄνω γὰρ οὐκ ἔχει τοὺς προσθίους ἀδάντας· ἀφελοῦσα γὰρ ἐντεύθεν ἡ φύσις τοῖς κέρασι προσέθηκε, καὶ ἡ διδομένη τροφὴ είς τοὺς ὀδόντας τούτους είς τὴν τῶν κεράτων αὔξησιν ἀναλίσκεται.