Ancient Greek · ~2 min
Γ., Chapter 2
Aristotle, De partibus animalium 2.12-2
Not analysed yet
τοῦ δὲ τὰς θηλείας ἐλάφους κέρατα μὲν μὴ ἔχειν, 12 περὶ δὲ τοὺς ὀδόντας ὁμοίως τοῖς ἄρρεσιν, αἴτιον τὸ τὴν αὐτὴν εἶναι φύσιν ἀμφοῖν καὶ κερατοφόρον. ἀφῄρηται δὲ τὰ κέρατα ταῖς θηλείαις διὰ τὸ χρὴσιμα μὲν μὴ εἶναι μηδὲ τοῖς ἄρρεσιν, βλάπτεσθαι δʼ ἧσσον διἀ τὴν ἰσχύν. τῶν δʼ ἄλλων ζῴων ὅσοις μὴ είς κέρατα ἀποκρίνεται τὸ τοιοὺτον μὸριοον τού σώματος, ἐνίοις μὲν τῶν ὀδόντων οὐτων ἐπηύξησε τὸ μέγεθος κοινῇ πάντων, ἐνίοις δὲ χαυλιόδοντας ὥσπερ κέρατα ἐκ τῶν γνάθων ἐποίησεν.