Ancient Greek · ~2 min
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 3
Aristotle, De partibus animalium 3.10
Not analysed yet
ὅτι δʼ ἀδύνατον πλείους εἶναι τοιαύτας, 10 δῆλου· ἀεὶ γὰρ βαδίζων ἐπὶ τὴν ἐσχάτην διαφορὰν ἀφικνεῖται, ἀλλʼ οὐκ ἐπὶ τὴν τελευταίαν καὶ τὸ εἶδος. αὕτη δʼ ἐστὶν τὸ σχιζόπουν μόνον, ἢ πάσα ἡ σύμπλεξις, ἐὰν διαιρῆται ἅνθρωπον, οἷον εἴ τις συνθείη ὑπόπουν, δίπουν, σχιζόπουν. εἰ δʼ ἦν ὁ ἄνθρωπος σχιζόπουν μόνον, οὕτως ἐγίνετʼ ἂν αὕτη μία διαφορά. νῦν δʼ ἐπειδὴ οὐκ ἔστιν, ἀνάγκη πολλὰς εἶναι μὴ ὑπὸ μίαν διαίρεσιν. ἀλλὰ μὴν πλείους γε τοῦ αὐτοῦ οὐκ ἔστιν ὑπὸ μίαν διχοτομίαν εἶναι, ἀλλὰ μίαν κατὰ μίαν τελευτᾶν. ὥστε ἀδύνατον ὁτιοῦν λαβεῖν τῶν καθʼ ἕκαστον ζῴων δίχα διαιρουμένους.