Ancient Greek · ~3 min
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 3
Aristotle, De partibus animalium 3.9
Not analysed yet
ὅτι δʼ 9 οὐκ ἐνδέχεται τῶν καθʼ ἔκαστον εἰδῶν λαμβάνειν οὐδὲν διαιροῦσι δίχα τὸ γένος, ὥσπερ τινὲς ᾠήθησαν, καὶ ἐκ τῶνδε φανερὸν. ἀδύνατον γὰρ μίαν ὑπάρχειν διαφορὰν τῶν καθʼ ἕκαστον διαιρετῶν, ἐάν θʼ ἁπλά λαμβάνῃ ἐάν τε συμπεπλεγμένα. λέγω δὲ ἁπλᾶ μέν, ἐάν τʼ ἔχῃ διαφοράν, ἐάν τε μὴ ἔχῃ, οἷον τὸ πολυσχιδὲς πρὸς τὸ σχιζόπουν, συμπεπλεγμένα δέ, οἷον τὴν σχιζοποδίαν. τοῦτο γὰρ ἡ συνέχεια βούλεται τῶν ἀπὸ τοῦ γένους κατὰ τὴν διαίρεσιν διαφορῶν ὡς ἕν τι τὸ πᾶν ὄν. ἀλλὰ παρὰ τὴν λέξινσυμβαίνει δοκεῖν τὴν τελευταίαν μόνην εἶναι διαφοράν, σἷον τὸ πολυσχιδὲς ἢ τὸ δίπουν, τὸ δʼ ὑπόπουν καὶ πολύπουν περίεργα.