Ancient Greek · ~3 min
Γ., Chapter 3
Aristotle, De partibus animalium 3.10-2
Not analysed yet
10 κεῖται δʼ ἕμπροσθεν ἡ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης. ἡ μὲν γὰρ καρδία ἐν τοῖς ἔμπροσθεν καὶ ἐν μέσῳ κεῖται, ἐν ᾖ τὴν ἀρχήν φαμεν τῆς ζωῆς καὶ πάσης κινήσεής τε καὶ αἰσθήσεως (ἐπὶ τὸ καλούμενον γὰρ ἔμπροσθεν ἡ αἴσθησις καὶ ἡ κίνησις· αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διύὸρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν), ὸ δὲ πλεύμων κεῖται οὐ ἡ καρδία καὶ περὶ ταύτην, ὴ δʼ ἀναπνοὴ διά τε τούτον καὶ διὰ τὴν ἀρχὴν τὴν ἐν τῇ καρδία ἐνυπάρχουσαν. ἡ δʼ ἀναπνοὴ γίνεται τοῖς ζῴοις διὰ τὴς ἀρτηρίας· ὥστ ἐπεὶ τὴν καρδίαν ἐν τοῖς ἔμπροσθεν πρώτην ἀναγκαῖον κεῖσθαι, καὶ τὸν φάρυγγα καὶ τὴν ἀρτηρίαν πρὸτερον ἀναγκαῖον κεῖσθαι τού οἰσοφάγου· τὰ μὲν γὰρ πρὸς τὸν πλεύμονα τείνει καὶ τὴν καρδίαν, ὁ δʼ εἰς τὴν κοιλίαν.