Ancient Greek · ~2 min
Γ., Chapter 3
Aristotle, De partibus animalium 3.9-2
Not analysed yet
οὐκ ἔχει δὲ τὰ 9 λεχθέντα ζῴα τὴν ἐπιγλωττίδα διὰ τὸ ξηρὰς εἶναι τὰς σάρκας αύὺτῶν καὶ τὸ δέρμα σκληρόν, ὧστʼ οὐκ ἄν εὐκίνητον ὴν τὸ τοιούτον μόριον αὑτοῖς ἐκ τοιαύτης σαρκὸς καὶ ἐκ τοιούτου δέρματος συνεστηκς, ἀλλʼ αὐτῆς τῆς ἀρτηρίας τήν ἐσχάτων θάσσον ἐγίνετʼ ἄν ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος, ἣν ἔχουσι τὰ τριχωτα. διʼ ἣν μὲν οὗν αἰτίαν τὰ μὲν ἔχει τῶν ζῴων τὰ δʼ οὐκ ἔχει, ταῦτʼ εἰρήσθω, καὶ διότι τῆς ἀρτηρίας τὴν φαυλότητα τῆς θέσεωος ίάτρευκεν ἡ φύσις, μηχανησαμένη τὴν καλουμένην ἐπιγλωττίδα.