Ancient Greek · ~2 min
Γ., Chapter 3
Aristotle, De partibus animalium 3.2-3
Not analysed yet
ὁ μὲν σὖν φάρυγξ τοῦ 2 πνεύματος ἕνεκεν πέφυκεν· διὰ τούτου γὰρ είσάγεται τὸ πνεὺμα τὰ ζῷα καὶ ἐκπέμπει ἀναπνέοντα καὶ ἐκπνέοντα. διὸ τὰ μὴ ἔχοντα πλεύμονα οὐκ ἔχουσιν οὐδʼ αὐχένα, οἷον τὸ τῶν ἐχθύων γένος. ὁ δʼ οἰσοφάγος ἐστὶ ὄι σὗ ἡ τροφὴ πορεύεται εἰς τὴν κοιλίαν· ὥσθʼ ὅσα μὴ ἔχει αὐχένα, οὐδʼ οἰσοφάγον ἐπιδήλως ἔχουσιν. οὐκ ἀναγκαῖον δʼ ἔχειν τὸν οἰσοφάγον τῆς τροφῆς ἕνεκεν· οὐθὲν γὰρ παρασκευάζει πρὸς αὑτήν.