Ancient Greek · ~2 min
Γ., Chapter 3
Aristotle, De partibus animalium 3.3-3
Not analysed yet
3 ἔτι δὲ μετὰ τὴν τοῦ στόματος θέσιν ἐνδέχεται κεῖσθαι τὴν κοιλίαν εὐθέως, τὸν δὲ πλεύμονα οὑκ ἐνδέχεται. δεῖ γὰρ εἶναί τινα κοινὸν οἷον αὐλῶνα, διʼ οὐ μεριεῖται τὸ πνεὺμα κατὰ τὰς ἀρτηρίας είς τὰς σύριγγας, διμερὴς ὤν· καὶ κάλλιστʼ ἄν οὕτως ἀποτελοῖ τὴν ἀναπνοὴν καὶ ἐκπνοήν. τοῦ δʼ ὀργάνου τού περὶ τὴν ἀναπνοὴν ἐξ ἀνάγκης ἔχοντος μῆκος, ἀναγκαῖον τὸν οίσοφάγον εἶναι μεταξὺ τού στόματος καὶ τῆς κοιλίας. ἔστι δʼ ὁ μὲν οἰσοφάγος σαρκώδης, ἔχων νευρώδη τάσιν, νευρώδης μιέν, ὅπως ἔχῃ διάτασιν εἰσιούσης τῆς τροφῆς, σαρκύόδηςς δέ, ὅπως μαλακὸς ᾖ καὶ ἐνδιδ καὶ μὴ βλάπτηται τραχυνόμενος ὑπὸ τῶν κατιόντων.