Ancient Greek · ~3 min
Γ., Chapter 3
Aristotle, De partibus animalium 3.7-3
Not analysed yet
ἡ δʼ ἀρτηρία τῷ 7 διακεῖσθαι, καθάπερ εἶπομεν, ἐν τῷ πρόσθεν ὑπὸ τῆς τροφῆς ἐνοχλεῖται· ἀλλʼ ἡ φύσις πρὸς τοὺτο μεμηχάνηται τὴν ἐπιγλωσσίὅα. ταύτην δʼ οὐκ ἔχουσιν ἅπαντα τὰ ζῳοτοκοῦντα, ἀλλʼ ὅσα πλεύμονα ἔχει καὶ τὸ δέρμα τριχωτόν, καὶ μὴ φολιἄωτὰ μιηδὲ πτερωτὰ πέφυκεν. τούτοις δʼ ἀντὶ τῆς ἐπιγλωττίδος συνάγεται καὶ διοίγεται ὁ φάρυγξ, ὅνπερ τρόπον ἐκείνοις ἐπιβάλλει τε καὶ ἀναπτύσσεται τοῦ πνεύμμιατος τῇ εἰσόδῳ τε καὶ ἐξόδῳ ἀναπτυσσόμενος, τῆς δὲ τροφῆς εἰσιούσης ἐπιπτυσσόμενος, ἵνα μηθὲν παραρρυῇ παρὰ τὴν ἀρτηρίαν. ἐἀν δέ τι πλημμεληθῇ παρὰ τὴν τοιαύτην κίνησιν καὶ προσφερομένης τῆς τροφῆς ἀναπνεύσῃ τις, βῆχας καὶ πνιγμοὺς ποιεῖ, καθαέπερ εἴρηται.