Ancient Greek
3.5 to 3.6
Aristotle, De partibus animalium 3.5-3-6
Not analysed yet
5 πολλαχ δὲ γελοῖον φαίνεται τὸ λέγειν ὡς ταύτῃ τὸ ποτὸν εἰσδέχεται τὰ ζῷα. πόρος γὰρ οὐδείς ἐστιν είς τὴν κοιλίαν ἀπὸ τού πλεύμονος, ὥσπερ ἐκ τοῦ στόμιατος δρήμεν τὸν οἰσοφάγον. ἔτι δʼ ἐν τοῖς ἐμέτοις καὶ ναυτίαις οὐκ ἄδηλον πόθεν τὸ ὑγρὸν φαίνεται πορευὸμενον. 6 δῆλον δὲ καὶ ὅτι οὐκ εὐθέως είς τὴν κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλʼ είς τὴν κοιλίαν πρὸτερον· τὰ γὰρ τῆς κοιλίας περιττματα φαίνεται χροματίζειν ἡ ἰλὺς τοῦ μέλανος οἴνου· συμβέβηκε δὲ τούτο πολλάκις φανερὸν καὶ ἐπὶ τῶν είς τὴν κοιλίαν τραυμάτων. ἀλλὰ γὰρ ἴσως εὔηθες τὸ τοὺς εὐήθεις τῶν λόγων λίαν ἐξετάζειν.