Ancient Greek
Γ., Chapter 4
Aristotle, De partibus animalium 4.1-3
Not analysed yet
4 Καὶ περὶ μὲν αὐχένος τε καὶ οἰσοφάγου καὶ ἀρτηρίας εἴρηται, ἕπόμενον δʼ ἐστὶ περὶ σπλάγχνων εἰπεῖν. ταῦτα δʼ ἐστὶν ἴδια τῶν ἐναίμων, καὶ τοῖς μὲν ἅπανθʼ ὑπάρχει, τοῖς δʼ οὐχ ὑπάρχει. τῶν δʼ ἀναίμων οὐδὲν ἔχει σπλάγχνον. Δημόκριτος δʼ ἔοικεν οὐ καλῶς διαλαβεῖν περὶ αύύτῶν, εἴπερ ᾧήθη διὰ μικρὸτητα τῶν ἀναίμων ζῴων ἄθηλα εἶναι ταῦτα. συνισταμένων γὰρ εὐθέως τῶν ἐναίμων καὶ πάμπαν ὄντων μικρῶν ἕνδηλα γίνεται καρδία τε καὶ ἡπαρʼ φαίνεται γὰρ ἐν μὲν τοῖς ωοῖς ἐνίοτε τριταίοις οὗσι στιγμῆς ἔχοντα μέγεθος, πάμμικρα δὲ καὶ ἐν τοῖς ἐκβολίμοις τῶν ἐμβρύων.