Ancient Greek · ~2 min
Γ., Chapter 4
Aristotle, De partibus animalium 4.2-3
Not analysed yet
2 ἔτι δʼ ὥσπερ τῶν ἐκτὸς μορίων οὐ πἀσι τῶν αὐτῶν χρῆσις, ἀλλʼ ἑκάστοις ἰδίᾳ πεπόρισται πρός τε τοὺς βίους καὶ τὰς κινήσεις, οὕτω καὶ τὰ ἐντὸς ἄλλα πέφυκεν ἄλίοις. τὰ δὲ σπλάγνα των αἱμ ατικῶν ἐστὶν ἴδια, διὸ καὶ συνέστηκεν αὐτῶν ἕκαστον ἐξ αἱματικῆς ὕλης. δῆλον δʼ ἐν τοῖς νεογνοῖς τούτωνʼ αίματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον διὰ τὸ εἶναι τὸ εἶδος τῆς ὕλης καὶ τὸ πλὴθος ἐμφανέστατον κατὰ τὴν πρτην σύστασιν.