Ancient Greek · ~3 min
Γ., Chapter 4
Aristotle, De partibus animalium 4.6
Not analysed yet
ὧσπερ δʼ 6 ἐλέχθη, διὰ μὲν τῶν ἄλλων σπλάγχνων διέχουσιν αἱ φλέβες, διὰ δὲ τὴς καρδίας οὐ διατείνει φλέψ· ὅθεν καὶ ὅῆλον ὅτι μόριον καὶ ἀρχὴ τῶν φλεβῶν ἐστὶν ἡ καρδία. καὶ τοῦτʼ εὺλόγωςʼ μέσον γὰρ τὸ τὴς καρδίας ἐστὶ σῶμα πυκνὸν καὶ κοῖλον πεφυκὸς, ἔτι δὲ πλῆρες αἵματος ὡς τῶν φλεβῶν ἐντεῦθεν ἠργμένων, κοῖλον μὲν πρὸς τὴν ὑποδοχὴν τοὺ αἵματος, πυκνὸν δὲ πρὸς τὸ φυλάσσειν τὴν ἀρχὴν τῆς θερμότητος. ἐν ταύτῃ γὰρ μὸνῃ τῶν σπλάγχνων καὶ τὸῦ σύματος αἷμα ἅνευ φλεβῶν ἐστί, τν δʼ ἄλλων μορίων ἕκαστον ἐν ταῖς φλεψὶν ἔχει τὸ αἷμα. καὶ τοῦτʼ εὺλόγως· ἐκ τῆς καρδίας γὰρ ἐποχετεύεται καὶ είς τὰς φλέβας, εἰς δὲ τὴν καρδίαν οὐκ ἄλλοθεν· αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ τοῦ αἵματος ἢ ὑκοδοχὴ πρώτη.