Ancient Greek · ~2 min
Γ., Chapter 4
Aristotle, De partibus animalium 4.7
Not analysed yet
7 ἐκ τῶν ἀνατομῶν δὲ κατάδηλα μᾶλλον ταὺτα, καὶ ἐκ τῶν γενέσεων· εὐθέως γάρ ἐστιν ἔναιμος πρωίη γινομένη τῶν μορίων ἀπάντων. ἔτι δʼ αἱ κινήσεις τῶν ἡδέων καὶ τῶν λυπηράν καὶ ὅλως πάσης αἰσθήσεως ἐντεῦθεν ἀρχόμεναι φαίνονται καὶ πρὸς ταύτην περαίνουσαι. οὕτω δʼ ἔχει καὶ κατὰ τὸν λὸγον· ἀρχὴν γὰρ εἶναι δεῖ μίαν, ὅπου ἐνδέχεται. εὺφυέστατος δὲ τῶν τόπων ὁ μέσος· ἕν γὰρ τὸ μέσον καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμιοίως ἢ παραπλησίωσς.