Ancient Greek · ~3 min
Δ., Chapter 5
Aristotle, De partibus animalium 5.27
Not analysed yet
ἀλλὰ μὴν οὐδὲ συνεχὲς 27 οἷόν τʼ εἶναι τὸ ᾠόν· οὐδὲ γὰρ τοῖ ἄλλοις, ἀλλʼ ἐπὶ θάτερα τοῦ κύκλου μόνον. ἀνάγκη τοίνυν, ἐπεὶ τοῦτο μὲν ἀπάντων κοινόν, ἴδιον δʼ ἐκείνου εἶναι τὸ σῶμα σφαιροειδές, μὴ εἶναι ἄρτια τὰ ᾠά. κατὰ διάμετρον γὰρ ἂν ἦν, διὰ τὸ ὁμοίως δεῖν ἔχειν τὸ ἔνθεν καὶ ἔνθεν, εἰ ἦν ἄρτια καὶ κατὰ διάμετρον. οὕτως δʼ ἐχόντων ἐπ᾿ ἀμφότερα ἂν τοῦ κύκλου εἶχον τὸ ᾠόν. τοῦτο δʼ οὐκ ἦν οὐδʼ ἐπὶ τῶν ἄλλων ὀστρέων· ἐπὶ θάτερα γὰρ τῆς περιφερείας ἔχουσι τὰ ὄστρεα καὶ οἱ κτένες τὸ τοιοῦτον μόριον. ἀνάγκη τοίνυν τρία ἢ πέντε εἶναι ἢ ἄλλον τινʼ ἀριθμὸν περιττόν.