Ancient Greek · ~3 min
Δ., Chapter 5
Aristotle, De partibus animalium 5.28
Not analysed yet
εἰ μὲν οὖν τρία εἶχε, πόρρω λίαν ἦν, εἰ δὲ 28 πλείω τῶν πέντε, συνεχὲς ἄν· τούτων δὲ τὸ μὲν οὐ βέλτιον, τὸ δʼ οὐκ ἐνδεχόμενον. ἀνάγκη ἄρα πέντʼ αὐτοὺς ἔχειν τὰ ᾠά. διὰ τὴν αὐτὴν δ᾿ αἰτίαν καὶ ἡ κοιλία τοιαύτη ἔσχισται καὶ τὸ τῶν ὀδόντων τοσοῦ τόν ἐστι πλῆθος. ἕκαστον γὰρ τῶν ᾠῶν, οἷον σῶμά τι τοῦ ζῴου ὄν, πρὸς τὸν τρόπον τὸν τῆς ζωῆς ὅμοιον ἔχειν ἀναγκαῖον· ἐντεῦθεν γὰρ ἡ αὔξησις. μιᾶς μὲν γὰρ οὕσης ἦ πόρρω ἂν ἦσαν, ἢ πᾶν ἂν κατεῖχε τὸ κύτος, ὥστε καὶ δυσκίνητον εἶναι τὸν ἐχῖνον καὶ μὴ πληροῦσθαι τῆς τροφῆς τὸ ἀγγεῖον· πέντε δʼ ὄντων τῶν διαλειμμάτων ἀνάγκη πρὸς ἑκάστῳ οὖσαν πενταχῆ διῃρῆσθαι.