Ancient Greek · ~3 min
Β., Chapter 6
Aristotle, De partibus animalium 6.1
Not analysed yet
Ἐστι δὲ καὶ ὁ μυελὸς αἵματός τις φάσις, καὶ οὐχ 6 ὧσπερ οἴονταί τινες, τῆς γονῆς σπερματικὴ δύναμις. δηλοῖ δʼ ἐν τοῖς νέοις πάμπαν· ἅτε γὰρ ἐξ αἵματος συνεστύτων τῶν μορίων καὶ τῆς τροφῆς οὕσης τοῖς ἐμβρύοις αἵματος, καὶ ἐν τοῖς ὀστοῖς ὁ μυελὸς αϊματώόδης ἐστίν· αὐξανομένων δὲ καὶ πεττομένων, καθάπερ καὶ τὰ μὸρια μεταβάλλει καὶ τὰ σπλάγχνα τὰς χρὸας (ὑπερβολῇ γὰρ αίματῶδες καὶ τῶν σπλάγχνων ἕκαστόν ἐστιν ἔτι νέων ὄντων), οὕτω καὶ ὸ μυελὸς καὶ τῶν μὲν πιμελωδῶν λιπαρὸς καὶ πιμελῇ ὅμοιος, ὅσοις δὲ μὴ πιμελῇ ὅμοιος ἀλλὰ στέαρ γίνεται τὸ αἷμα πεττόμενον, τούτοις ὅὲ στεατωὅης. διὸ τοῖς μὲν κερατοφόροις καὶ μὴ ἀμφωδουσι στεατώδης, τοῖς δʼ ἀμφωόδουσι καὶ πολυσχιδέσι πιμελώδης.