Ancient Greek · ~2 min
Β., Chapter 6
Aristotle, De partibus animalium 6.2
Not analysed yet
2 ἥκιστα δὲ τοιούτος ὁ ῥαχίτης ἐστὶ μυελὸς διὰ τὸ δεῖν αὐτὸν εἶναι συνεχῆ καὶ διέχειν διὰ πάσης της ῥάέχεως διῃρημένης κατὰ τοὺς σφονδύλους· λιπαρὸς δ ὤν ἤ στεατώδης οὐκ ἄν ὁμοίως ἦν συνεχής, ἀλλʼ ἤ θραυστὸς ἤ ὑγρός. ἔυια δʼ οὐκ ἔχει τῶν ζῷων ὡς ἀξίως εἰπεῖν μυελόν, ὅσων τὰ ὀστᾶ ίσχυρὰ καὶ πυκνά, οἷον τὰ τοῦ λέοντος· τούτου γὰρ τὰ ὀστᾶ, διὰ τὸ πάμπαν ἄσημον ἔχειν, δοκεῖ οἀκ ἔχειν ὅλως μυελόν.