Ancient Greek · ~3 min
Β., Chapter 8
Aristotle, De partibus animalium 8.1
Not analysed yet
8 Περὶ δὲ τῶν ἄλλων μορίων τῶν ὁμοιομερῶν σκεπτέον, καὶ πρῶτον περὶ σαρκὸς ἐν τοῖς ἔχουσι σάρκας, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον· τοῦτο γὰρ ἀρχὴ καὶ σωμα καθʼ αὑτὸ τῶν ζῴων ἐστίν. δῆλον δὲ καὶ κατὰ τὸν λόγον· τὸ γὰρ ζῷον ὁριζόμεθα τῷ ἔχειν αἴσθησιν, πρῶτον δὲ τὴν πρώτην· αὕτη δʼ ἐστὶν ἀρή, ταύτης δʼ αἰσθητήριον τὸ τοιοντον μόριόν ἐστιν, ἤτοι τὸ πρῶτον, ὡσπερ ἡ κόρη τῆς ὅψεως, ἢ τὸ διʼ σὺ συνειλημμένον, ὧσπερ ἄν εἴ τις προσλάβοι τῇ κόρῃ τὸ διαφανὲς πἀν. ἐπὶ μὲν οὖν τῶν ἅλλων αέσθήσεων ἀδύνατόν τε καὶ οὐδὲν προὺργου τοῦτʼ ἦν ποιήσαι τῇ φύσει, τὸ δʼ ἁπτικὸν ἐξ ἀνάγκης · μόνον γὰρ ἤ μάλιστα τούτʼ ἐστὶ σωματῶδες τῶν αἰσθητηρίων.