Ancient Greek · ~2 min
Β., Chapter 8
Aristotle, De partibus animalium 8.2
Not analysed yet
κατὰ δὲ τὴν αἴσθησιν φανερὸν πάντα τἆλλα 2 τούτου χάριν ὄντα, λέγω δʼ οἷον ὀστᾶ καὶ δέρμα καὶ νεύρα καὶ φλέβες, ἔτι δὲ τρίχες καὶ τὸ τῶν ὀνύχων γένος, καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν. ἡ μὲν γὰρ τῶν ὀστῶν φύσις σωτηρίας ἕνεκεν μεμ ηχάνηται μαλακοῦ, σκληρὰ τὴν φύσιν ούσα, ἐν τοῖς ἔχουσιν ὀστᾶ· ἐν δὲ τοῖς μὴ ἕχουσι τὸ ἀνάλογον, οἷον ἐν τοῖς ἰχθύσι τοῖς μὲν ἄκανθα τοῖς δὲ χόνδρος.