Ancient Greek
Chapter 7
Aristotle, De respiratione 7
Not analysed yet
Ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ. Πᾶσι λίφαιμοι
σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται,
καί σφιν ἐπὶ στομίοις πυκναῖς τέτρηνται ἄλοξιν
ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν
κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι.
Ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα,
αἰθὴρ παφλάζων καταβήσεται οἴδματι μάργῳ,
εὖτε δ’ ἀναθρώσκει, πάλιν ἐκπνεῖ, ὥσ περ ὅταν παῖς
κλεψύδρην παίζησι δι’ εὐπετέος χαλκοῖο.
Εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα
εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο,
οὐδ’ ὅγ’ ἐς ἄγγος δ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει
ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά,
εἰσόκ’ ἀποστεγάσῃ πυνικὸν ῥόον· αὐτὰρ ἔπειτα
πνεύματος ἐλλείποντος ἐσέρχεται αὔξιμον ὕδωρ.
Ὡς δ’ αὕτως ὅθ’ ὕδωρ μὲν ἔχει κατὰ βένθεα χαλκοῦ
πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο,
αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει
ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων,
εἰσόκε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν,
πνεύματος ἐμπίπτοντος ὑπεκθέει αὔξιμον ὕδωρ.
Ὡς δ’ αὕτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων
ὁππότε μὲν παλίνορσον ἐπαΐξειε μυχόνδε,
αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον,
εὖτε δ’ ἀναθρώσκῃ, πάλιν ἐκπνεῖ ἶσον ὀπίσσω.