Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae ἡ τιμὴ.
Not analysed yet
διαιρεῖται ἡ τιμὴ εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς ἐπαίνου λόγον, ἓν δὲ εἰς θεραπείας τινὸς καὶ ἐπιμελείας λόγον. τὸ μὲν οὖν εἰς ἀργυρίου λόγον ἐστὶν ἀξία ἐν πράσει καὶ ὠνήσει, οἷον ἄξια τῆς τιμῆς φαμεν εἶναι. τὸ δὲ εἰς ἐπαίνου λόγον [εἶναι], οἷον αἱ ἐν ταῖς πόλεσι τιμαὶ δι’ ἐνίας πράξεις γινόμεναι καὶ δωρεαὶ διδόμεναι. τὸ δὲ εἰς θεραπείας λόγον καὶ ἐπιμελείας, οἷον τὸν θεὸν τιμῶμεν θεραπείᾳ τινὶ καὶ ἐπιμελείᾳ τινός, καὶ τοὺς γονεῖς δὲ τιμῶμεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα τὰ διὰ θεραπείαν γινόμενα.