Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae ἡ ἡδονὴ.
Not analysed yet
διαιρεῖται ἡ ἡδονὴ εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ λογ〈ιστ〉ικόν, 〈ἓν δὲ περὶ τὸ θυμικόν,〉 ἓν δὲ περὶ τὸ ἐπιθυμητικόν, ἓν δὲ περὶ τὰς αἰσθήσεις. ἔστι δὲ ἡ 〈μὲν〉 [τὸ μανθάνειν] περὶ τὸ λογιστικὸν ἡ ἀπὸ τοῦ μανθάνειν καὶ ἀνευρίσκειν ἡδονὴ καὶ τὰ τοιαῦτα. περὶ δὲ τὸ θυμικὸν οἷον ἥ τε τοῦ κρατεῖν καὶ νικᾶν καὶ ἀντιτιμωρεῖσθαι καὶ αἱ τοιαῦται. αἱ δὲ περὶ τὸ ἐπιθυμητικὸν αἵ τε ἀπὸ τῆς τροφῆς καὶ συνουσίας καὶ αἱ τοιαῦται ἡδοναὶ γινόμεναι. ἡ δὲ [περὶ τὸ αἰσθητικὸν] περὶ τὰς αἰσθήσεις, οἷον ἥ τε διὰ τοῦ ὁρᾶν καὶ γεύεσθαι καὶ ὀσφραίνεσθαι καὶ αἱ τοιαῦται.