Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae ἡ λύπη.
Not analysed yet
διαιρεῖται ἡ λύπη εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, ἓν δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς καὶ κακοῖς καὶ] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι. ἔστι δὲ τὸ μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, οἷον ἐπὶ τοῖς ἑαυτοῦ ἀτυχήμασιν ἢ τῶν αὐτοῦ τινὸς οἰκείων ἢ φίλων ἢ τῆς συμπάσης πόλεως καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. τὸ δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς λυπεῖσθαι ἐστὶ φθόνος τις καὶ βασκανία καὶ πᾶν τὸ τοιοῦτον· τὸ δὲ ἐπὶ πᾶσι κακοῖς καὶ ἀγαθοῖς καὶ πᾶσι] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι, τὸ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἀλλοτρίοις ἔλεος, τὸ δὲ ἐπὶ τοῖς ἀγαθοῖς φθόνος [,τὸ δὲ ἐπὶ τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι φθόνος καὶ βασκανία].