Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae ὁ στρατηγὸς.
Not analysed yet
διαιρεῖται ὁ στρατηγὸς εἰς τρία. ἔστι γὰρ ἢ τῷ νόμῳ στρατηγὸς ἢ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν στρατηγὸς ἢ κατὰ ἐπιστήμην. ἔστι δὲ ὁ μὲν κατὰ νόμον στρατηγὸς οἷον οἱ ἐν ταῖς πόλεσιν αἱρούμενοι, ὁ δὲ κατὰ ἐπιστήμην ὁ ἔχων τὴν στρατηγικὴν ἐπιστήμην, ὁ δὲ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν οἷον ὁ ἀπό τινος ἐπισταθεὶς ἢ αὐτὸς ὑφ’ ἑαυτοῦ κύριος χρημάτων καὶ στρατιωτῶν γενόμενος.