Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα.
Not analysed yet
διαιροῦνται αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα εἰς τρία. εἰσὶ γὰρ αὐτῶν αἱ μὲν κριτικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ ἐριστικαί. καὶ κριτικαὶ μέν εἰσιν αἷς τὸ βέλτιον καὶ τὸ χεῖρον διακρίνομεν, οἷον πότερον βέλτιον δικαιοσύνη ἢ ἀνδρεία. θεῳρητικαὶ δὲ αἷς θεωροῦμεν τὸ τοιοῦτον, οἷον πότερον ταὐτὸν νόσος ἐστὶν ὑγείᾳ καὶ εὐεξίᾳ ἢ οὔ. ἐριστικαὶ δὲ αἷς τοὺς ὅρους ἀναιροῦμεν, οἷον οὐκ ἔστιν εὐεξία σωμάτων ἡ κρατίστη.